Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.247 Joseph. AJ 9.251 (English) >>Joseph. AJ 9.254

9.249καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατʼ αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς· ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν. 9.250 δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετʼ αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ· μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα 9.251δρᾶν.” ταῦτʼ ἀκούσαντες οἱ στρατιῶται συνεχώρησαν ἐκείνοις ποιεῖν ἐδόκει συμφέρειν. παραλαβόντες οὖν οἱ προειρημένοι ἄνδρες τοὺς αἰχμαλώτους ἔλυσάν τε καὶ ἐπιμελείας ἠξίωσαν καὶ δόντες ἐφόδια εἰς τὴν οἰκείαν ἀπέλυσαν ἀβλαβεῖς, οὐδὲν δʼ ἧττον καὶ τέσσαρες αὐτοῖς συνῆλθον καὶ μέχρις Ἱεριχοῦντος προπέμψαντες οὐκ ἄπωθεν τῶν Ἱεροσολύμων ἀνέστρεψαν εἰς Σαμάρειαν. 9.252

Ἄχαζος δʼ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δʼ αὐτῷ καὶ λαμπρὰς δωρεάς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.247 Joseph. AJ 9.251 (English) >>Joseph. AJ 9.254

Powered by PhiloLogic